1μοῦνος δ' ἔτι μῦθος ὁδοῖο
2λείπεται ὡς ἔστιν· ταύτῃ δ' ἐπὶ σήματ' ἔασι
3πολλὰ μάλ', ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν,
4οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ' ἀτέλεστον·
5οὐδέ ποτ' ἦν οὐδ' ἔσται, ἐπεὶ νῦν ἔστιν ὁμοῦ πᾶν,
6ἕν, συνεχές· τίνα γὰρ γένναν διζήσεαι αὐτοῦ;
7πῇ πόθεν αὐξηθέν; οὔτ' ἐκ μὴ ἐόντος ἐάσσω
8φάσθαι σ' οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητόν
9ἔστιν ὅπως οὐκ ἔστι. Τί δ' ἄν μιν καὶ χρέος ὦρσεν
10ὕστερον ἢ πρόσθεν, τοῦ μηδενὸς ἀρξάμενον, φῦν;
11οὕτως ἢ πάμπαν πελέναι χρεών ἐστιν ἢ οὐχί.
12Οὐδὲ ποτ' ἐκ μὴ ἐόντος ἐφήσει πίστιος ἰσχύς
13γίγνεσθαί τι παρ' αὐτό· τοῦ εἵνεκεν οὔτε γενέσθαι
14οὔτ' ὄλλυσθαι ἀνῆκε Δίκη χαλάσασα πέδῃσιν,
15ἀλλ' ἔχει· ἡ δὲ κρίσις περὶ τούτων ἐν τῷδ' ἔστιν·
16ἔστιν ἢ οὐκ ἔστιν· κέκριται δ' οὖν, ὥσπερ ἀνάγκη,
17τὴν μὲν ἐᾶν ἀνόητον ἀνώνυμον (οὐ γὰρ ἀληθής
18ἔστιν ὁδός), τὴν δ' ὥστε πέλειν καὶ ἐτήτυμον εἶναι.
19Πῶς δ' ἂν ἔπειτα πέλοι τὸ ἐόν; πῶς δ' ἄν κε γένοιτο;
20εἰ γὰρ ἔγεντ', οὐκ ἔστι, οὐδ' εἴ ποτε μέλλει ἔσεσθαι.
21Τὼς γένεσις μὲν ἀπέσβεσται καὶ ἄπυστος ὄλεθρος.
22Οὐδὲ διαιρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον·
23οὐδέ τι τῇ μᾶλλον, τό κεν εἴργοι μιν συνέχεσθαι,
24οὐδέ τι χειρότερον, πᾶν δ' ἔμπλεόν ἐστιν ἐόντος.
25Τῷ ξυνεχὲς πᾶν ἐστιν· ἐὸν γὰρ ἐόντι πελάζει.
26Αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν
27ἔστιν ἄναρχον ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος
28τῆλε μάλ' ἐπλάχθησαν, ἀπῶσε δὲ πίστις ἀληθής.
29Ταὐτόν τ' ἐν ταὐτῷ τε μένον καθ' ἑαυτό τε κεῖται
30χοὔτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ Ἀνάγκη
31πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει,
32οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι·
33ἔστι γὰρ οὐκ ἐπιδεές· μὴ ἐὸν δ' ἂν παντὸς ἐδεῖτο.
34Ταὐτὸν δ' ἐστὶ νοεῖν τε καὶ οὕνεκεν ἔστι νόημα.
35Οὐ γὰρ ἄνευ τοῦ ἐόντος, ἐν ᾧ πεφατισμένον ἐστιν,
36εὑρήσεις τὸ νοεῖν· οὐδὲν γὰρ ⟨ἢ⟩ ἔστιν ἢ ἔσται
37ἄλλο πάρεξ τοῦ ἐόντος, ἐπεὶ τό γε Μοῖρ' ἐπέδησεν
38οὖλον ἀκίνητόν τ' ἔμεναι· τῷ πάντ' ὄνομ' ἔσται,
39ὅσσα βροτοὶ κατέθεντο πεποιθότες εἶναι ἀληθῆ,
40γίγνεσθαί τε καὶ ὄλλυσθαι, εἶναί τε καὶ οὐχί,
41καὶ τόπον ἀλλάσσειν διά τε χρόα φανὸν ἀμείβειν.
42Αὐτὰρ ἐπεὶ πεῖρας πύματον, τετελεσμένον ἐστί
43πάντοθεν, εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ,
44μεσσόθεν ἰσοπαλὲς πάντῃ· τὸ γὰρ οὔτε τι μεῖζον
45οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τῇ ἢ τῇ.
46Οὔτε γὰρ οὐκ ἐὸν ἔστι, τό κεν παύοι μιν ἱκνεῖσθαι
47εἰς ὁμόν, οὔτ' ἐὸν ἔστιν ὅπως εἴη κεν ἐόντος
48τῇ μᾶλλον τῇ δ' ἧσσον, ἐπεὶ πᾶν ἐστιν ἄσυλον·
49οἷ γὰρ πάντοθεν ἶσον, ὁμῶς ἐν πείρασι κύρει.
50Ἐν τῷ σοι παύω πιστὸν λόγον ἠδὲ νόημα
51ἀμφὶς ἀληθείης· δόξας δ' ἀπὸ τοῦδε βροτείας
52μάνθανε κόσμον ἐμῶν ἐπέων ἀπατηλὸν ἀκούων.
53Μορφὰς γὰρ κατέθεντο δύο γνώμας ὀνομάζειν·
54τῶν μίαν οὐ χρεών ἐστιν — ἐν ᾧ πεπλανημένοι εἰσίν —
55τἀντία δ' ἐκρίναντο δέμας καὶ σήματ' ἔθεντο
56χωρὶς ἀπ' ἀλλήλων, τῇ μὲν φλογὸς αἰθέριον πῦρ,
57ἤπιον ὄν, μέγ' ἐλαφρόν, ἑωυτῷ πάντοσε τωὐτόν,
58τῷ δ' ἑτέρῳ μὴ τωὐτόν· ἀτὰρ κἀκεῖνο κατ' αὐτό
59τἀντία νύκτ' ἀδαῆ, πυκινὸν δέμας ἐμβριθές τε.
60Τόν σοι ἐγὼ διάκοσμον ἐοικότα πάντα φατίζω,
61ὡς οὐ μή ποτέ τίς σε βροτῶν γνώμη παρελάσσῃ.