Περὶ Φύσεως

AUCTORE

Παρμενίδης

この本について

このHTMLは、パルメニデス『自然について』(Περὶ Φύσεως、前5世紀頃)のギリシャ語断片テキストを掲載したものです。

底本:Hermann Diels, Poetarum Philosophorum Fragmenta(Berlin: Weidmann, 1901)所収のテキストに準拠。断片番号はDiels-Kranz(DK)方式(28 B 1〜19)に従います。Internet Archive で全文公開(トロント大学所蔵本)

現行テキストは、その底本をもとに書き起こしたものです。正確な語句や頁付けなど、正確さ・厳密さが必要な場合は、必ず原資料で確認してください。

目次から各断片へジャンプできます。目次へ戻るときは「↑ 目次」またはブラウザの戻るを使ってください。

知の地図シリーズ / 古典書房

目次

Ι

1Ἵπποι ταί με φέρουσιν, ὅσον τ' ἐπὶ θυμὸς ἱκάνει,
2πέμπον, ἐπεί μ' ἐς ὁδὸν βῆσαν πολύφημον ἄγουσαι
3δαίμονος, ἣ κατὰ πάντ' ἄστη φέρει εἰδότα φῶτα·
4τῇ φερόμην· τῇ γάρ με πολύφραστοι φέρον ἵπποι
5ἅρμα τιταίνουσαι, κοῦραι δ' ὁδὸν ἡγεμόνευον.
6Ἄξων δ' ἐν χνοίῃσιν ἵει σύριγγος ἀυτήν
7αἰθόμενος — δοιοῖς γὰρ ἐπείγετο δινωτοῖσιν
8κύκλοις ἀμφοτέρωθεν —, ὅτε σπερχοίατο πέμπειν
9Ἡλιάδες κοῦραι, προλιποῦσαι δώματα Νυκτός,
10εἰς φάος, ὠσάμεναι κράτων ἄπο χερσὶ καλύπτρας.
11Ἔνθα πύλαι Νυκτός τε καὶ Ἤματός εἰσι κελεύθων,
12καί σφας ὑπέρθυρον ἀμφὶς ἔχει καὶ λάινος οὐδός·
13αὐταὶ δ' αἰθέριαι πλῆνται μεγάλοισι θυρέτροις·
14τῶν δὲ Δίκη πολύποινος ἔχει κληῖδας ἀμοιβούς.
15Τὴν δὴ παρφάμεναι κοῦραι μαλακοῖσι λόγοισιν
16πεῖσαν ἐπιφραδέως, ὥς σφιν βαλανωτὸν ὀχῆα
17ἀπτερέως ὤσειε πυλέων ἄπο· ταὶ δὲ θυρέτρων
18χάσμ' ἀχανὲς ποίησαν ἀναπτάμεναι πολυχάλκους
19ἄξονας ἐν σύριγξιν ἀμοιβαδὸν εἰλίξασαι
20γόμφοις καὶ περόνῃσιν ἀρηρότε· τῇ ῥα δι' αὐτέων
21ἰθὺς ἔχον κοῦραι κατ' ἀμαξιτὸν ἅρμα καὶ ἵππους.
22Καί με θεὰ πρόφρων ὑπεδέξατο, χεῖρα δὲ χειρί
23δεξιτερὴν ἕλεν, ὧδε δ' ἔπος φάτο καί με προσηύδα·
24ὦ κοῦρ' ἀθανάτοισι συνάορος ἡνιόχοισιν,
25ἵπποις ταί σε φέρουσιν ἱκάνων ἡμέτερον δῶ,
26χαῖρ', ἐπεὶ οὔτι σε μοῖρα κακὴ προὔπεμπε νέεσθαι
27τήνδ' ὁδόν — ἦ γὰρ ἀπ' ἀνθρώπων ἐκτὸς πάτου ἐστίν —,
28ἀλλὰ θέμις τε δίκη τε. Χρεὼ δέ σε πάντα πυθέσθαι
29ἠμὲν Ἀληθείης εὐκυκλέος ἀτρεμὲς ἦτορ
30ἠδὲ βροτῶν δόξας, ταῖς οὐκ ἔνι πίστις ἀληθής.
31Ἀλλ' ἔμπης καὶ ταῦτα μαθήσεαι, ὡς τὰ δοκοῦντα
32χρῆν δοκίμως εἶναι διὰ παντὸς πάντα περῶντα.

ΙΙ

1Εἰ δ' ἄγ' ἐγὼν ἐρέω, κόμισαι δὲ σὺ μῦθον ἀκούσας,
2αἵπερ ὁδοὶ μοῦναι διζήσιός εἰσι νοῆσαι·
3ἡ μὲν ὅπως ἔστιν τε καὶ ὡς οὐκ ἔστι μὴ εἶναι,
4Πειθοῦς ἐστι κέλευθος — Ἀληθείῃ γὰρ ὀπηδεῖ —,
5ἡ δ' ὡς οὐκ ἔστιν τε καὶ ὡς χρεών ἐστι μὴ εἶναι,
6τὴν δή τοι φράζω παναπευθέα ἔμμεν ἀταρπόν·
7οὔτε γὰρ ἂν γνοίης τό γε μὴ ἐὸν — οὐ γὰρ ἀνυστόν —
8οὔτε φράσαις.

ΙΙΙ

〔…〕

τὸ γὰρ αὐτὸ νοεῖν ἐστίν τε καὶ εἶναι.

ΙV

1Λεῦσσε δ' ὅμως ἀπεόντα νόῳ παρεόντα βεβαίως·
2οὐ γὰρ ἀποτμήξει τὸ ἐὸν τοῦ ἐόντος ἔχεσθαι
3οὔτε σκιδνάμενον πάντῃ πάντως κατὰ κόσμον
4οὔτε συνιστάμενον.

V

1Ξυνὸν δὲ μοί ἐστιν,
2ὁππόθεν ἄρξωμαι· τόθι γὰρ πάλιν ἵξομαι αὖθις.

VI

1Χρὴ τὸ λέγειν τε νοεῖν τ' ἐὸν ἔμμεναι· ἔστι γὰρ εἶναι,
2μηδὲν δ' οὐκ ἔστιν· τά σ' ἐγὼ φράζεσθαι ἄνωγα.
3Πρώτης γάρ σ' ἀφ' ὁδοῦ ταύτης διζήσιος ⟨εἴργω⟩,
4αὐτὰρ ἔπειτ' ἀπὸ τῆς, ἣν δὴ βροτοὶ εἰδότες οὐδὲν
5πλάττονται, δίκρανοι· ἀμηχανίη γὰρ ἐν αὐτῶν
6στήθεσιν ἰθύνει πλακτὸν νόον· οἱ δὲ φοροῦνται
7κωφοὶ ὁμῶς τυφλοί τε, τεθηπότες, ἄκριτα φῦλα,
8οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι ταὐτὸν νενόμισται
9κοὐ ταὐτόν, πάντων δὲ παλίντροπός ἐστι κέλευθος.

VII

1Οὐ γὰρ μήποτε τοῦτο δαμῇ εἶναι μὴ ἐόντα·
2ἀλλὰ σὺ τῆσδ' ἀφ' ὁδοῦ διζήσιος εἶργε νόημα·
3μηδέ σ' ἔθος πολύπειρον ὁδὸν κατὰ τήνδε βιάσθω,
4νωμᾶν ἄσκοπον ὄμμα καὶ ἠχήεσσαν ἀκουήν
5καὶ γλῶσσαν, κρῖναι δὲ λόγῳ πολύδηριν ἔλεγχον
6ἐξ ἐμέθεν ῥηθέντα.

VIII

1μοῦνος δ' ἔτι μῦθος ὁδοῖο
2λείπεται ὡς ἔστιν· ταύτῃ δ' ἐπὶ σήματ' ἔασι
3πολλὰ μάλ', ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν,
4οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ' ἀτέλεστον·
5οὐδέ ποτ' ἦν οὐδ' ἔσται, ἐπεὶ νῦν ἔστιν ὁμοῦ πᾶν,
6ἕν, συνεχές· τίνα γὰρ γένναν διζήσεαι αὐτοῦ;
7πῇ πόθεν αὐξηθέν; οὔτ' ἐκ μὴ ἐόντος ἐάσσω
8φάσθαι σ' οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητόν
9ἔστιν ὅπως οὐκ ἔστι. Τί δ' ἄν μιν καὶ χρέος ὦρσεν
10ὕστερον ἢ πρόσθεν, τοῦ μηδενὸς ἀρξάμενον, φῦν;
11οὕτως ἢ πάμπαν πελέναι χρεών ἐστιν ἢ οὐχί.
12Οὐδὲ ποτ' ἐκ μὴ ἐόντος ἐφήσει πίστιος ἰσχύς
13γίγνεσθαί τι παρ' αὐτό· τοῦ εἵνεκεν οὔτε γενέσθαι
14οὔτ' ὄλλυσθαι ἀνῆκε Δίκη χαλάσασα πέδῃσιν,
15ἀλλ' ἔχει· ἡ δὲ κρίσις περὶ τούτων ἐν τῷδ' ἔστιν·
16ἔστιν ἢ οὐκ ἔστιν· κέκριται δ' οὖν, ὥσπερ ἀνάγκη,
17τὴν μὲν ἐᾶν ἀνόητον ἀνώνυμον (οὐ γὰρ ἀληθής
18ἔστιν ὁδός), τὴν δ' ὥστε πέλειν καὶ ἐτήτυμον εἶναι.
19Πῶς δ' ἂν ἔπειτα πέλοι τὸ ἐόν; πῶς δ' ἄν κε γένοιτο;
20εἰ γὰρ ἔγεντ', οὐκ ἔστι, οὐδ' εἴ ποτε μέλλει ἔσεσθαι.
21Τὼς γένεσις μὲν ἀπέσβεσται καὶ ἄπυστος ὄλεθρος.
22Οὐδὲ διαιρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον·
23οὐδέ τι τῇ μᾶλλον, τό κεν εἴργοι μιν συνέχεσθαι,
24οὐδέ τι χειρότερον, πᾶν δ' ἔμπλεόν ἐστιν ἐόντος.
25Τῷ ξυνεχὲς πᾶν ἐστιν· ἐὸν γὰρ ἐόντι πελάζει.
26Αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν
27ἔστιν ἄναρχον ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος
28τῆλε μάλ' ἐπλάχθησαν, ἀπῶσε δὲ πίστις ἀληθής.
29Ταὐτόν τ' ἐν ταὐτῷ τε μένον καθ' ἑαυτό τε κεῖται
30χοὔτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ Ἀνάγκη
31πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει,
32οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι·
33ἔστι γὰρ οὐκ ἐπιδεές· μὴ ἐὸν δ' ἂν παντὸς ἐδεῖτο.
34Ταὐτὸν δ' ἐστὶ νοεῖν τε καὶ οὕνεκεν ἔστι νόημα.
35Οὐ γὰρ ἄνευ τοῦ ἐόντος, ἐν ᾧ πεφατισμένον ἐστιν,
36εὑρήσεις τὸ νοεῖν· οὐδὲν γὰρ ⟨ἢ⟩ ἔστιν ἢ ἔσται
37ἄλλο πάρεξ τοῦ ἐόντος, ἐπεὶ τό γε Μοῖρ' ἐπέδησεν
38οὖλον ἀκίνητόν τ' ἔμεναι· τῷ πάντ' ὄνομ' ἔσται,
39ὅσσα βροτοὶ κατέθεντο πεποιθότες εἶναι ἀληθῆ,
40γίγνεσθαί τε καὶ ὄλλυσθαι, εἶναί τε καὶ οὐχί,
41καὶ τόπον ἀλλάσσειν διά τε χρόα φανὸν ἀμείβειν.
42Αὐτὰρ ἐπεὶ πεῖρας πύματον, τετελεσμένον ἐστί
43πάντοθεν, εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ,
44μεσσόθεν ἰσοπαλὲς πάντῃ· τὸ γὰρ οὔτε τι μεῖζον
45οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τῇ ἢ τῇ.
46Οὔτε γὰρ οὐκ ἐὸν ἔστι, τό κεν παύοι μιν ἱκνεῖσθαι
47εἰς ὁμόν, οὔτ' ἐὸν ἔστιν ὅπως εἴη κεν ἐόντος
48τῇ μᾶλλον τῇ δ' ἧσσον, ἐπεὶ πᾶν ἐστιν ἄσυλον·
49οἷ γὰρ πάντοθεν ἶσον, ὁμῶς ἐν πείρασι κύρει.
50Ἐν τῷ σοι παύω πιστὸν λόγον ἠδὲ νόημα
51ἀμφὶς ἀληθείης· δόξας δ' ἀπὸ τοῦδε βροτείας
52μάνθανε κόσμον ἐμῶν ἐπέων ἀπατηλὸν ἀκούων.
53Μορφὰς γὰρ κατέθεντο δύο γνώμας ὀνομάζειν·
54τῶν μίαν οὐ χρεών ἐστιν — ἐν ᾧ πεπλανημένοι εἰσίν —
55τἀντία δ' ἐκρίναντο δέμας καὶ σήματ' ἔθεντο
56χωρὶς ἀπ' ἀλλήλων, τῇ μὲν φλογὸς αἰθέριον πῦρ,
57ἤπιον ὄν, μέγ' ἐλαφρόν, ἑωυτῷ πάντοσε τωὐτόν,
58τῷ δ' ἑτέρῳ μὴ τωὐτόν· ἀτὰρ κἀκεῖνο κατ' αὐτό
59τἀντία νύκτ' ἀδαῆ, πυκινὸν δέμας ἐμβριθές τε.
60Τόν σοι ἐγὼ διάκοσμον ἐοικότα πάντα φατίζω,
61ὡς οὐ μή ποτέ τίς σε βροτῶν γνώμη παρελάσσῃ.

ΙΧ

1Αὐτὰρ ἐπειδὴ πάντα φάος καὶ νὺξ ὀνόμασται
2καὶ τὰ κατὰ σφετέρας δυνάμεις ἐπὶ τοῖσί τε καὶ τοῖς,
3πᾶν πλέον ἐστὶν ὁμοῦ φάεος καὶ νυκτὸς ἀφάντου
4ἴσων ἀμφοτέρων, ἐπεὶ οὐδετέρῳ μέτα μηδέν.

Χ

1Εἴσῃ δ' αἰθερίαν τε φύσιν τά τ' ἐν αἰθέρι πάντα
2σήματα καὶ καθαρᾶς εὐαγέος ἠελίοιο
3λαμπάδος ἔργ' ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο,
4ἔργα τε κύκλωπος πεύσῃ περίφοιτα σελήνης
5καὶ φύσιν, εἰδήσεις δὲ καὶ οὐρανὸν ἀμφὶς ἔχοντα
6ἔνθεν ἔφυ τε καὶ ὥς μιν ἄγους' ἐπέδησεν Ἀνάγκη
7πείρατ' ἔχειν ἄστρων.

ΧΙ

〔…〕

1πῶς γαῖα καὶ ἥλιος ἠδὲ σελήνη
2αἰθήρ τε ξυνὸς γάλα τ' οὐράνιον καὶ ὄλυμπος
3ἔσχατος ἠδ' ἄστρων θερμὸν μένος ὡρμήθησαν
4γίγνεσθαι.

ΧΙΙ

1Αἱ γὰρ στεινότεραι πλῆντο πυρὸς ἀκρήτοιο,
2αἱ δ' ἐπὶ ταῖς νυκτός, μετὰ δὲ φλογὸς ἵεται αἶσα·
3ἐν δὲ μέσῳ τούτων δαίμων ἣ πάντα κυβερνᾷ·
4πάντα γὰρ ⟨ἣ⟩ στυγεροῖο τόκου καὶ μίξιος ἄρχει
5πέμπουσ' ἄρσενι θῆλυ μιγῆν τό τ' ἐναντίον αὖτις
6ἄρσεν θηλυτέρῳ.

ΧΙΙΙ

1Πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων …

ΧΙV

1Νυκτιφαὲς περὶ γαῖαν ἀλώμενον ἀλλότριον φῶς

XV

1αἰεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο.

XVa

1ὑδατόριζον εἶπειν τὴν γῆν

ΧVI

1Ὡς γὰρ ἕκαστος ἔχει κρᾶσιν μελέων πολυπλάγκτων,
2τὼς νόος ἀνθρώποισι παρίσταται· τὸ γὰρ αὐτό
3ἔστιν ὅπερ φρονέει μελέων φύσις ἀνθρώποισιν
4καὶ πᾶσιν καὶ παντί· τὸ γὰρ πλέον ἐστὶ νόημα.

XVII

1δεξιτεροῖσι μὲν κούρους, λαιοῖσι δὲ κούρας …

XVIII (ラテン語断片)

※ この断片はラテン語で伝承されている。

1femina virque simul Veneris cum germina miscent,
2venis informans diverso ex sanguine virtus
3temperiem servans bene condita corpora fingit.
4nam si virtutes permixto semine pugnent
5nec faciant unam permixto in corpore, dirae
6nascentem gemino vexabunt semine sexum.

ΧΙΧ

1Οὕτω τοι κατὰ δόξαν ἔφυ τάδε καί νυν ἔασι
2καὶ μετέπειτ' ἀπὸ τοῦδε τελευτήσουσι τραφέντα·
3τοῖς δ' ὄνομ' ἄνθρωποι κατέθεντ' ἐπίσημον ἑκάστῳ.

発行責任者(編者):飯島健二

発行:古典書房

制作協力:Claude(claude-sonnet-4-6)

初版発行日:2026年06月13日

注記:本書が収録するテキストは、パルメニデス『自然について』(Περὶ Φύσεως)のギリシャ語断片である。底本はDiels版(1901年)に準拠したテキストによる。断片番号はDiels-Kranz(DK)方式(28 B 1〜19)に従う。断片III・XI・XIII〜XVおよびXVaは一行ないし数行のみの短断片であり、前後に欠落があることを示す〔…〕を付した箇所がある。断片XVIII(ラテン語)はギリシャ語では伝承されず、ラテン語のみで現存する断片である。

⌂